TLG 1626 001 :: POLYCRATES :: Fragmentum synodicae epistulae POLYCRATES Scr. Eccl., Episcopus Fragmentum synodicae epistulae Citation: Page — (line) | ||
13(1t) | FRAGMENTUM SYNODICAE EPISTOLAE, | |
2t | QUAM SCRIPSIT | |
---|---|---|
3t | POLYCRATES EPHESINUS EPISCOPUS, | |
4t | AD VICTOREM ROMANAEQUE URBIS ECCLESIAM, | |
5t | FERME EXEUNTE SAECULO SECUNDO. | |
7 | ἩΜΕΙΣ οὖν ἀραδιούρ‐ γητον ἄγομεν τὴν ἡμέραν· μήτε προστιθέντες, μήτε | |
10 | ἀφαιρούμενοι. καὶ γὰρ καὶ κατὰ τὴν Ἀσίαν μεγάλα στοιχεῖα κεκοίμηται· ἅ τινα ἀναστήσεται τῇ ἡμέρᾳ τῆς παρουσίας τοῦ Κυρίου, ἐν | |
15 | ᾗ ἔρχεται μετὰ δόξης ἐξ οὐρανῶν, καὶ ἀναστήσει πάντας τοὺς ἁγίους· Φί‐ λιππον τὸν τῶν δώδεκα | |
ἀποστόλων, ὃς κεκοίμηται | 13 | |
14 | ἐν Ἱεραπόλει, καὶ δύο θυ‐ γατέρες αὐτοῦ γεγηρακυῖαι παρθένοι· καὶ ἡ ἑτέρα αὐ‐ τοῦ θυγάτηρ ἐν ἁγίῳ πνεύ‐ | |
5 | ματι πολιτευσαμένη, ἣ ἐν Ἐφέσῳ ἀναπαύεται· ἔτι δὲ καὶ Ἰωάννης ὁ ἐπὶ τὸ στῆ‐ θος τοῦ Κυρίου ἀναπεσών· ὃς ἐγενήθη ἱερεὺς τὸ πέ‐ | |
10 | ταλον πεφορεκὼς, καὶ μάρ‐ τυς καὶ διδάσκαλος· οὗτος ἐν Ἐφέσῳ κεκοίμηται. ἔτι δὲ καὶ Πολύκαρπος ἐν Σμύρ‐ νῃ καὶ ἐπίσκοπος καὶ μάρ‐ | |
15 | τυς· καὶ Θρασέας καὶ ἐπί‐ σκοπος καὶ μάρτυς ἀπὸ Εὐμενείας, ὃς ἐν Σμύρνῃ κεκοίμηται. τί δὲ δεῖ λέ‐ γειν Σάγαριν ἐπίσκοπον | |
20 | καὶ μάρτυρα, ὃς ἐν Λαο‐ δικείᾳ κεκοίμηται; ἔτι δὲ καὶ Παπείριον τὸν μα‐ κάριον, καὶ Μελίτωνα τὸν | |
εὐνοῦχον, τὸν ἐν ἁγίῳ πνεύ‐ | 14 | |
15 | ματι πάντα πολιτευσά‐ μενον· ὃς κεῖται ἐν Σάρ‐ δεσι περιμένων τὴν ἀπὸ τῶν οὐρανῶν ἐπισκοπὴν, ἐν ᾗ ἐκ | |
5 | νεκρῶν ἀναστήσεται. οὗτοι πάντες ἐτήρησαν τὴν ἡμέραν τῆς τεσσαρεσκαιδεκάτης τοῦ πάσχα κατὰ τὸ εὐαγγέλιον· μηδὲν παρεκβαίνοντες, ἀλλὰ | |
10 | κατὰ τὸν κανόνα τῆς πίσ‐ τεως ἀκολουθοῦντες· ἔτι δὲ κᾀγὼ ὁ μικρότερος πάντων ὑμῶν Πολυκράτης, κατὰ παράδοσιν τῶν συγγενῶν | |
15 | μου, οἷς καὶ παρηκολούθη‐ σα τισὶν αὐτῶν. ἑπτὰ μὲν ἦσαν συγγενεῖς μου ἐπί‐ σκοποι, ἐγὼ δὲ ὄγδοος· καὶ πάντοτε τὴν ἡμέραν ἤγα‐ | |
20 | γον οἱ συγγενεῖς μου, ὅταν ὁ λαὸς ἤρνυε τὴν ζύμην. ἐγὼ οὖν, ἀδελφοὶ, ἑξήκοντα πέντε ἔτη ἔχων ἐν Κυρίῳ· | |
καὶ συμβεβληκὼς τοῖς ἀπὸ | 15 | |
16 | τῆς οἰκουμένης ἀδελφοῖς· καὶ πᾶσαν ἁγίαν γραφὴν διεληλυθὼς, οὐ πτύρομαι ἐπὶ τοῖς καταπλησσομένοις. | |
5 | οἱ γὰρ ἐμοῦ μείζονες εἰρή‐ κασι, πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Ἐδυνάμην δὲ τῶν ἐπισκόπων τῶν συμπαρόντων μνη‐ μονεῦσαι, οὓς ὑμεῖς ἠξιώσατε μετακληθῆναι ὑπ’ ἐμοῦ, | |
10 | καὶ μετεκαλεσάμην· ὧν τὰ ὀνόματα ἐὰν γράφω, πολλὰ πλήθη εἰσίν. οἱ δὲ ἰδόντες τὸν μικρόν μου ἄνθρωπον, συνηυδόκησαν τῇ ἐπιστολῇ· εἰδότες ὅτι εἰκῆ πολιὰς οὐκ ἤνεγκα, ἀλλὰ ἐν Κυρίῳ Ἰησοῦ πάντοτε πεπολίτευμαι. | |
Attulit haec Eusebius lib. v. Hist. cap. 24. | 16 |